Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 7
Not analysed yet
Δάκτυλοι Ἰδαῖοι· ἓξ καὶ πέντε φασὶν εἶναι. Δεξιοὺς μὲν τοὺς ἄρσενας, ἀριστεροὺς δὲ τὰς θηλείας. Φερεκύδης δὲ τοὺς μὲν δεξιοὺς εἴκοσι λέγει, τοὺς δὲ εὐωνύμους τριάκοντα δύο. Γόητες δὲ ἦσαν, καὶ φαρμακεῖς, καὶ δημιουργοὶ σιδήρου λέγονται πρῶτοι καὶ μεταλλεῖς γενέσθαι. Ὠνομάσθησαν δὲ ἀπὸ τῆς μητρὸς Ἴδης. Ἀριστεροὶ μὲν, ὥς φησι Φερεκύδης, οἱ γόητες αὐτῶν· οἱ δὲ ἀναλύοντες, δεξιοὶ, ὡς Ἑλλάνικος.