Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 83
Not analysed yet
Τυδεὺς ὁ Οἰνέως, Αἰτωλὸς μὲν ἦν τὸ γένος, ἀνδρειότατος δὲ τῶν καθ ̓ αὑτὸν γενόμενος. Ἔτι νέος ὢν, ἐθεάσατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων τῆς βασιλείας ἐκβαλλόμενον. Διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς, καὶ σὺν αὐτοῖς ἀκουσίως ἀδελφόν (cod. Ven. ἀκουσ. Τὸν ἀνεψιόν). Φυγὼν δὲ εἰς Ἄργος πρὸς Ἄδραστον, βασιλέα τῆς χώρας, καθαρσίων τε τυγχάνει πρὸς αὐτοῦ, καὶ γαμεῖ (cod. Ven. λαμβάνει) τὴν αὐτοῦ θυγατέρα Διιπύλην. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.