Ancient Greek
80 to 83
PHERECYDES, Fragmenta 80-83
Not analysed yet
Τὸν Ἐνδυμίωνα Ἡσίοδος μὲν Ἀεθλίου τοῦ Διὸς καὶ Καλίκης παῖδα λέγει, παρὰ Διὸς εἰληφότα δῶρον, αὐτὸν ταμίαν εἶναι θανάτου, ὅτε θέλοι (Phav. Μέλοι) ὀλέσθαι. Καὶ τὰ αὐτά φησιν Ἀκουσίλαος καὶ Φερεκύδης. Φερεκύδης ἐν τῇ ὀγδόῃ φησὶ, τὸν Ἀγκαῖον ὑπὸ τοῦ Καλυδωνίου συὸς πληγέντα τὸν μηρὸν ἀποθανεῖν. Φερεκύδης δὲ τοῦτον (τὸν Θερσίτην) ἕνα τῶν ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατευσάντων φησὶ, ὑποδείσαντα δὲ καὶ τὴν τοῦ συὸς ἐκκλίνοντα μάχην ὑπὸ Μελεάγρου κατακρημνισθῆναι. Τυδεὺς ἀνὴρ γενόμενος γενναῖος, ἐφυγαδεύθη, κτείνας. . . ὡς Φερεκύδης φησὶν, Ὠλενίαν ἀδελφὸν ἴδιον.