Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 87
Not analysed yet
Ἀρηίθοος ὁ Βοιωτὸς, ἄριστος τῶν κατ ̓ αὐτὸν ἀνθρώπων, ἦν διαβὰς εἰς Ἀρκαδίαν. Ἦν γὰρ ἁψιμαχία τις ἐκεῖ Ἀρκάσι τε καὶ Βοιωτοῖς τοῖς αὐτοῦ πολίταις περὶ ὅρων γῆς. Πλείστην ἐντεῦθεν κατεσύρατο λείαν. Καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος τοῖς Ἀρκάσιν, Λυκοῦργος, ὁ τῶν ἐνταῦθα κράτιστος ἀνὴρ, λόχον καθίσας, αὐτόν τε ἀνεῖλε καὶ τὴν παντευχίαν αὐτοῦ μετὰ τῆς κορύνης ἔλαβε, καὶ τὴν λείαν ἐπανεσώσατο. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.