Ancient Greek
87 to 89
PHERECYDES, Fragmenta 87-2-89
Not analysed yet
Φεὰ δὲ πόλις τῆς Ἤλιδος· οἱ δὲ, τῆς Ἀρκαδίας, παρ ̓ ἣν ὁ Ἰαρδάνης ῥεῖ. Ἀλλὰ καὶ ἡ Φειὰ παραθαλάσσιος ἐστί· καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι. Ἄμεινον οὖν ὡς Δίδυμος· Φήρᾳ, Σπάρτῃ, καὶ Δαρδάνου (leg. Ἰαρδάνου) ἀμφὶ ῥέεθρα· οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ. Φερεκύδης ἐν τῇ θ φησὶν, ὅτι Ἔλατος ὁ Ἰκάρου γαμεῖ Ἐριμήδαν τὴν Δαμασίκλου. Τούτου δὲ γίνεται Ταίναρος, ἀφ ̓ οὗ Ταίναρον καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν. Οἴτυλον, ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου. Κακῶς δὲ Τυραννίων, οἰόμενος ἄρθρον εἶναι τὸ οι, καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων, καὶ παρὰ τὴν ἱστορίαν· εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης· «Τοὺ δὲ γίνεται Ἀμφιάναξ· τοῦ δ ̓ Οἴτυλος, ἀφ ̓ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται.»