Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 9
Not analysed yet
Περὶ τῆς Κυρήνης Πίνδαρος ἱστορεῖ ἐν Πυθιονίκαις (IX, 6 sqq.) ,ὡς παρθένος οὖσα, μέχρι πολλοῦ συνεκυνήγει τῷ Ἀπόλλωνι· διαπαλαίουσα δέ ποτε λέοντι ἠγαπήθη ὑπὸ Ἀπόλλωνος· ὃς καὶ ἁρπάσας αὐτὴν, διεκόμισεν εἰς τὴν νῦν ἀπ ̓ αὐτῆς Κυρήνην τῆς Λιβύης (καλουμένην adde ex cod. Paris.) καὶ μιγεὶς Ἀρισταῖον ἔτεκε. Φερεκύδης δέ φησι καὶ Ἄρατος, ἐπὶ κύκνων αὐτὴν ὀχηθεῖσαν, κατὰ Ἀπόλλωνος προαίρεσιν, εἰς τὴν Κυρήνην ἀφικέσθαι.