Ancient Greek
9 to 17
PHERECYDES, Fragmenta 9-2-17
Not analysed yet
Ναίδος καὶ Πηνειοῦ τὸν Ὑψέα Φερεκύδης. Ἀκέσανδρος δὲ, Φιλλύρας τῆς Ἀσωποῦ καὶ Πηνειοῦ ἱστορεῖ τὸν Ὑψέα. Περσηίδα τὴν Ἑκάτην λέγει (Apollonius), ὡς τοῦ Περσέως θυγατέρα. Τινὲς δὲ αὐτήν φασι Διὸς εἶναι παῖδα. . . . Βακχυλίδης δὲ Νυκτὸς φησὶν αὐτὴν θυγατέρα. . . . Μουσαῖος δὲ, Ἀστείας καὶ Διός. (Conf. ad v. 1034.) Φερεκύδης δὲ, Ἀρισταίου τοῦ Παίονος. Δάειραν Φερεκύδης ἱστορεῖ Στυγὸς ἀδελφὴν, καὶ ἔοικε, φησὶν, οὕτως ἔχειν. Ἐπὶ γὰρ ὑγρᾶς οὐσίας τάττουσιν οἱ παλαιοὶ τὴν Δάειραν. Διὸ καὶ πολεμίαν τῇ Δήμητρι νομίζουσι. Ὅταν γὰρ θύηται αὐτῇ, οὐ πάρεστιν ἡ τῆς Δήμητρος ἱέρεια. Καὶ οὐδὲ τῶν τεθυμένων γεύεσθαι αὐτὴν ὅσιον. Φερεκύδης φησὶν αὐτὸν υἱὸν Ὠκεανοῦ καὶ Γῆς. Ἦσαν γὰρ ὁ Δίκτυς καὶ ὁ Πολυδέκτης, Ἀνδροθόης τῆς Κάστορος (cod. Paris. Περικάστορος) καὶ Περισθένους τοῦ Δαμάστορος, τοῦ Ναυπλίου, τοῦ Ποσειδῶνος, καὶ Ἀμυμώνης (cod. Paris. et Phav. Ἀμυμόνης), ὡς Φερεκύδης ὲν πρώτῳ). Ὅτι ἐπὶ τὸν Καύκασον κατέφυγεν ὁ Τυφὼς διωκόμενος, καὶ ὅτι καιομένου τοῦ ὄρους ἔφυγεν ἐκεῖθεν εἰς Ἰταλίαν, ὅπου τὴν Πιθηκοῦσαν αὐτῷ περιῤῥιφῆναι (cod. Paris. περιῤῥυῆναι) νῆσον, Φερεκύδης ἐν τῇ θεογονίᾳ ἱστορεῖ. Φερεκύδης δέ φησι, Τελαμῶνα φίλον, οὐκ ἀδελφὸν Πηλέως εἶναι, ἀλλὰ Ἀκταίου παῖδα καὶ Γλαύκης τῆς Κυχρέως. Ἔοικεν ὁ Πίδαρος μνημονεύειν τοῦ Θετιδείου, περὶ οὗ ἐν πρώτῳ Φερεκύδης οὕτω γράφει· «Ἔπειτα Πηλεὺς ᾤχετο εἰς Φθίαν, καὶ Θέτιν ἐπὶ τῶν ἵππων τούτων ἄγων, οἰκεῖ ἐν Φαρσάλῳ, καὶ ἐν Θετιδείῳ, ὃ καλεῖται ἀπὸ τῆς Θέτιδος ἡ πόλις.» Ὁ Πηλεὺς, κατὰ Φερεκύδην καθαίρεται ὑπ ̓ Εὐρύτου, τοῦ Ἄκτορος, οὗ θυγατέρα Ἀντιγόνην λαμβάνει, ἀναρτηθείσης δὲ ἐκείνης, ᾤχετο εἰς Φθίαν, καὶ Θέτιν ἄγων, ἐπὶ τῶν ἵππων ἥκει ἐν Φαφσάλῳ, καὶ Θετιδείῳ, ὃ καλεῖται ἀπὸ τῆς Θέτιδος ἡ πόλις. Ἐκ τίνος Πηλεὺς Πολυδώρην ἔσχεν; ὡς μὲν Στάφυλος ἐν γ' (Venet. Ἐν τῇ Σ) Θεσσαλικῶν, ἐξ Εὐρυδίκης, τῆς Ἄκτορος θυγατρός. Φερεκύδης δὲ, ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος. Ἄλλοι δὲ, ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος.