Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 91
Not analysed yet
Πολυφείδης ὁ Μαντίου (Buttm. ὁ Μαντείου. Mediol. Ὁ μάντις) Σαριοῦσαν γήμας· γίνονται αὐτῷ παῖδες Ἁρμονίδης καὶ Θεοκλύμενος· ὃς κτείνας ἐμφύλιον ἄνδρα, φεύγει εἰς τὴν Πύλον. Συντυχὼν δὲ θύοντι Τηλεμάχῳ, δεῖται αὐτοῦ σῶσαι αὐτὸν εἰς τὴν Ἰθάκην. Εἰπόντα δὲ αὐτὸν τὰ περὶ τοῦ πατρὸς ἀληθῆ μαντεῖα, πολὺ μᾶλλον ἐτίμησεν. Ὅθεν καὶ Θεοκλύμενος φιλοφρονούμενος ὑπὸ τῶν περὶ τὸν Ὀδυσσέα δεῦρο τὸν βίον καταστρέφει. Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ.