Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 90
Not analysed yet
Ἰκάριος ὁ Οἰβάλου γαμεῖ Δωροδόχην τὴν Ὀρτιλόχου, ἢ κατὰ Φερεκύδην, Ἀστερωδίαν τὴν Εὐρυπύλου τοῦ Τελέστορος. Πυθόμενος δὲ Λαέρτης περὶ τῆς Πηνελόπης ὅτι καὶ τῷ κάλλει καὶ ταῖς φρεσὶ διαφέρει πασῶν καθ ̓ ἑαυτὴν γυναικῶν, ἄγεται αὐτὴν τῷ παιδὶ Ὀδυσσέϊ πρὸς γάμον· ἣ τοσαύτην εἶχεν ἀρετὴν, ὥστε καὶ τὴν Ἑλένην τὴν ἐκ Διὸς οὖσαν τῷ τῆς ἀρετῆς ὑπερβάλλειν. Ἡ δὲ ἱστορία παρὰ Φιλοστεφάνῳ καὶ Φερεκύδῃ.