Ancient Greek
233 to 242
Philemon Comic., Fragmenta 233-242
Unproofread scanNot analysed yet
ὀργῆς χάριν τὰ κρυπτὰ μὴ φάνῃς φίλον· ἔλπιζε δ’ αὐτὸν πάλιν ἂν εἶναί σου φίλον. λύουσιν ἡμῶν συμφοραὶ τὰς συμφοράς, παρηγοροῦσι τὰ κακὰ δι’ ἑτέρων κακῶν. χρόνος δίκαιον ἄνδρα μηνύει ποτέ. γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν. βεβαιοτέραν ἔχε τὴν φιλίαν πρὸς τοὺς γονεῖς. ἐκ τοῦ φιλοπονεῖν γίνεθ’ ὧν θέλεις κρατεῖν. βίον καλὸν ζῇς ἂν γυναῖκα μὴ ἔχῃς. πάνθ’ ὁ χρόνος ὁ μέγας μαραίνει. Eustathius 1964, 7 Φιλήμων, φασί, βασίλεια οἶδε σῦκα, ἐξ ὧν αἱ βασιλίδες ἰσχάδες, προσιστορῶν καὶ ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. cf. Poll. 6, 81. Hesych. βασίλεια. sed Eustathius descripsit ex Athen. 3, 76f Φιλήμων δ’ ἐν Ἀττικαῖς λέξεσι καλεῖσθαί φησί τινα σῦκα βασίλεια. Eustathius 1299, 63 τῷ τοιούτῳ λεβητώδει χαλκίῳ εἰκὸς παρόμοιον εἶναι καὶ τὸν παρὰ τῷ κωμικῷ Φιλήμονι ἐμβαθυχύταν, ὃς καὶ ἔφηβος ἐκαλεῖτο. ποτηρίου δὲ ἦν εἶδος κατὰ τὴν τοῦ Δειπνοσοφιστοῦ ἱστορίαν. at Athenaeus 11, 469a ἔφηβος. τὸ καλούμενον ποτήριον ἐμβασικοίταν οὕτως φησὶ καλεῖσθαι Φιλήμων ὁ Ἀθηναῖος ἐν τῷ περὶ Ἀττικῶν ὀνομάτων ἢ γλωσσῶν. cf. Mein. Men. Phil. p. 431.