Ancient Greek
246
Philemon Comic., Fragmenta 246
Unproofread scanNot analysed yet
οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντ’ εἰς χρόνον πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἔστιν Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθ’ ὁρᾷ· καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν, μίαν δικαίων χάτεραν ἀσεβῶν ὁδόν· εἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν, ἅρπαξ’ ἀπελθών, κλέπτ’, ἀποστέρει, κύκα. μηδὲν πλανηθῇς· ἔστι κἀν Ἅιδου κρίσις ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης, οὗ τοὔνομα φοβερόν, οὐδ’ ἂν ὀνομάσαιμ’ ἐγώ, ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίου δίδωσι.