Ancient Greek
28
Philemon Comic., Fragmenta 28
Unproofread scanNot analysed yet
οὐ τοῖς πλέουσι τὴν θάλατταν γίνεται μόνοισι χειμών, ὡς ἔοικεν, ἀλλὰ καὶ τοῖς περιπατοῦσί που, Λάχης, ἐν τῇ στοᾷ, καὶ τοῖς μένουσιν ἔνδον ἐν ταῖς οἰκίαις. χοί μὲν πλέοντες ἐνίοθ’ ἡμέραν μίαν ἢ νύκτα χειμασθέντες εἶτ’ ἐκ τοῦ κακοῦ σωτηρίας ἐπέτυχον· ἢ τὸ πνεῦμα γὰρ αὐτοὺς τὸ σῷζον ἧκεν ἢ ὑφάνη λιμήν. ἐμοὶ δὲ τοῦτ’ οὐκ ἔστιν· οὐκ εἰς ἡμέραν χειμάζομαι μίαν γάρ, εἰς τὸ ζῆν δ’ ὅλον, ἀεὶ τὸ λυπεῖσθαι δὲ μεῖζον γίνεται.