Ancient Greek
29 to 40
Philemon Comic., Fragmenta 29-40
Unproofread scanNot analysed yet
Κρομμύων πόλις πόλις πλησίον Ἀσκάλωνος. Φιλήμων ἐν Ἐφήβῳ, ὁ πολίτης Κρομμυώνιος. Stephanus Byz. alterum πόλις add. R. ἐφήβῳ ἐφήβοις R. ὑπέρου περιτροπή ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων πολλάκις καὶ μηδὲν ἀννόντων, ἢ ἐπὶ τῶν ταχέως τι πραττόντων. μέμνηται δὲ αὐτῆς Φιλήμων ἐν Ἥρωσι. Schol. Plat. 367 Bekk. cf. Zenobius 6, 25. Plat. com. 1. ἐμοῦ γάρ ἐστι κύριος μὲν εἷς ἀνήρ, τούτων δὲ καὶ σοῦ μυρίων τ’ ἄλλων νόμος, ἑτέρων τύραννος, τῶν τυραννούντων φόβος· δοῦλοι βασιλέων εἰσίν, ὁ βασιλεὺς θεῶν, ὁ θεὸς ἀνάγκης. πάντα δ’, ἂν σκοπῇς, ὅλως ἑτέρων πέφυκεν ἧττον’, ὧν δὲ μείζονα. τούτοις ἀνάγκη ταῦτα δουλεύειν ἀεί. Κανθάρου σοφώτερος ἡ παροιμία εἴρηται ἐπὶ τῶν πονηρῶν καὶ κακούργων· ἐπειδή τις Ἀθήνησι κάπηλος Κάνθαρος καλούμενος ἐπὶ πονηρίᾳ καὶ προδοσίᾳ θανάτου(ῳ) ἐξημιώθη. Zenob. 4, 65. μέμνηται ταύτης Φιλήμων ἐν Θησαυρῷ addit Zenob. Milleri (Mélanges 354). cf. Menand. 231 Mein. ἐγὼ γὰρ ὡς τὴν χλαμύδα κατεθέμην ποτὲ καὶ τὸν πέτασον— καὶ γύλιόν τιν’ ἀργυρωμάτων Athenaeus 6,231a Φιλήμων Ἰατρῷ κτλ. γύλιόν γυλίαν A. in exitu addo πλέων. Κυδαίνιον μῆλον βραχέως (i. e. non Κυδαίνειον). Φιλήμων Ἰατρῷ. Bekker. Anecd. 104, 13. πάντ’ ἔστιν ἐξευρεῖν, ἐὰν μὴ τὸν πόνον φεύγῃ τις, ὃς πρόσεστι τοῖς ζητουμένοις. εἰ τὰ παρὰ τοῖς ἄλλοισιν εἰδείης κακά, ἄσμενος ἔχοις ἄν, Νικοφῶν, ἃ νῦν ἔχεις. Stobaeus Floril. 108, 7 Φιλήμονος ἐκ Κορινθίας A. Athenaeus 3, 123 de τὸ δὲ χλιαρὸν ὕδωρ Ἀθηναῖοι μετάκερας καλοῦσιν, ὡς. . . Φιλήμων ἐν Κορινθίᾳ. ἰχθὺς τί σοι ἐφαίνεθ’ οὐφθός; B. μιαρὸς ἦν. ἀκήκοας; ἅλμη τε λευκὴ καὶ παχεῖ’ ὑπερβολῇ, κοὐχὶ λοπάδος προσῶξεν οὐδ’ ἡδυσμάτων· A. ἐβόων δ’ ἅπαντες ‘ὡς ἀγαθὴν ἅλμην ποιεῖς. ‘