Ancient Greek
5
Philemon Comic., Fragmenta 5
Unproofread scanNot analysed yet
οὐκ ἂν λαλῇ τις μικρόν, ἐστὶ κόσμιος, οὐδ’ ἂν πορεύηταί τις εἰς τὴν γῆν βλέπων· οἴμοι· τὸ λυπεῖσθαι γὰρ ἐπὶ τὸ ῥῆμ’ ἄγει τοῦτ’ εὐθύς, ὡς ἔοικε, τὸν λυπούμενον. λυπουμένῳ δ’ ὅταν τις ἀκολουθῶν λέγῃ χαῖρ’, ἐξ ἀνάγκης οὗτος οἰμώζειν λέγει. Stobaeus Floril. 102, 4 Φιλήμονος A. v. 3 (τοὺς ἰατρ.) —7 Stobaeus Floril. 56, 15 Φιλήμονος A. v. 4, 5 Diogenes Laert. 2, 25 καὶ συνεχὲς (Σωκράτης) ἐκεῖνα ἀνεφθέγγετο τὰ ἰαμβεῖα τὰ δ’ ἀργ. κτλ. Clemens Alex. Paed. 2, 10, 108 πρὸς δὲ καὶ ἡ πορφύρα καὶ τὰ ἀργυρώματα, ὥς φησιν ὁ κωμικός, εἰς τοὺς τραγῳδοὺς χρήσιμα, καὶ οὐκ εἰς τὸν βίον. 3. τὰ δ’ ἀργυρώματ’ Grotius τἀργυρωάματα δ’. 5. τραγῳδοὺς στρατηγοὺς χρήσιμ’ Diog. et Clemens.