Ancient Greek
8 to 11
Philemon Comic., Fragmenta 8-11
Unproofread scanNot analysed yet
ψωμοκόλαξ δ’ ἔσθ’ οὑτοσί. Athenaeus 6, 262a ψωμοκόλακος δὲ μνημονεύει. . . Φιλήμων Ἀνανεουμένῃ κτλ. οὑτοσί Bentl.] οὗτος A. —cf. Aristoph. fr. 167. πιεῖν τις ἡμῖν ἐγχεάτω, καὶ ματτύην ποιεῖτε θᾶττον. Athenaeus 14, 663f Φιλήμων. . . ἐν Ἀνδροφόνῳ κτλ. cf. 12 et 68. νῦν δ’ οἶδ’ ἀκριβῶς τὴν τύχην ὡς οὐ μία, οὐδ’ ἔστι πρῴην, ἀλλὰ μετὰ τῶν σωμάτων ἡμῶν, ὅταν γινώμεθ’, εὐθὺς ἡ τύχη προσγίνεθ’ ἡμῖν συγγενὴς τῷ σώματι· κοὐκ ἔστιν ἕτερον παρ’ ἑτέρου λαβεῖν τύχην. οὐχὶ μόνον οὗτος εὗρε πῶς λαλήσομεν αὑτοῖς, ἀπέχοντες πολὺν ἀπ’ ἀλλήλων χρόνον, οὐδ’ ὃν τρόπον μηδέποτε μηδὲ εἷς πάλιν ἐπιλήσεθ’ ἡμῶν μηδέν, ἐμβλέψας δέ που τὰ τοῦ χρόνου τοῦ παντὸς εἴσετ’, ἀλλὰ καὶ ψυχῆς ἰατρὸν κατέλιπεν τὰ γράμματα.