Ancient Greek
85
Philemon Comic., Fragmenta 85
Unproofread scanNot analysed yet
φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ· τί ποτε Προμηθεύς, ὃν λέγοντ’ ἡμᾶς πλάσαι καὶ τἄλλα πάντα ζῷα, τοῖς μὲν θηρίοις ἔδωχ’ ἑκάστῳ κατὰ γένος μίαν φύσιν; ἅπαντες οἱ λέοντές εἰσιν ἄλκιμοι, 5 δειλοὶ πάλιν ἑξῆς πάντες εἰσὶν οἱ λαγώ. οὐκ ἔστ’ ἀλώπηξ ἡ μὲν εἴρων τῇ φύσει ἡ δ’ αὐθέκαστος, ἀλλ’ ἐὰν τρισμυρίας ἀλώπεκάς τις συναγάγῃ, μίαν φύσιν ἀπαξαπασῶν ὄψεται τρόπον δ’ ἕνα. 10 ἡμῶν δ’ ὅσα καὶ τὰ σώματ’ ἐστὶ τὸν ἀριθμὸν καθ’ ἑνός, τοσούτους ἔστι καὶ τρόπους ἰδεῖν. Stobaeus Floril. 2, 27 Φιλήμονος A. 1. ποθ’ ὁ A. 5. λαγώ Mein.] λαγώ. λαγωοί A. 9. ἀπαξαπασῶν cod. Marc. ap. Mein.] ἀπαξάπασιν. 11. καθ’ ἕνα τοσούτους Mein.