Ancient Greek
90
Philemon Comic., Fragmenta 90
Unproofread scanNot analysed yet
μείζω τὰ κακὰ ποιοῦσι πολλοί, δέσποτα, αὐτοὶ δι’ αὑτοὺς ἢ πέφυκε τῇ φύσει. ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν, οὐδ’ αὖ ποιήσων, οὐδὲ πεποιηκὼς πάλαι, οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὗτός εἰμ’ ἐγώ, Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία. ἐγὼ δ’, ὃ θεοῦ ὅστιν ἔργον, εἰμὶ πανταχοῦ, ἐνταῦθ’ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ, ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις πάσαις, ἐν ὑμῖν πᾶσιν· οὐκ ἔστιν τόπος, οὗ μή ὅστιν Ἀήρ· ὁ δὲ παρὼν ἀπανταχοῦ πάντ’ ἐξ ἀνάγκης οἷδε πανταχοῦ παρών.