Ancient Greek
92
Philemon Comic., Fragmenta 92
Unproofread scanNot analysed yet
ἀεὶ τὸ πλουτεῖν συμφορὰς πολλὰς ἔχει, φθόνον τ’ ἐπήρειάν τε καὶ μῖσος πολύ, πράγματά τε πολλὰ κἀνοχλήσεις μυρίας, πράξεις τε πολλὰς συλλογάς τε τοῦ βίου. ἔπειτα μετὰ ταῦτ’ εὐθὺς εὑρέθη θανών, ἄλλοις καταλείψας εἰς τρυφὴν τὴν οὐσίαν. ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω, ἔχειν τε μέτρια κἀμέριμνον ζῆν βίον, καὶ μήτ’ ἔχειν πλοῦτόν με μήτε πράγματα· πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά.