Ancient Greek
1 to 6
Philetaerus Comic., Fragmenta 1-6
Unproofread scanNot analysed yet
ἐνέσεισε μεστὴν ἶσον ἶσῳ μεταναπτρίδα μεγάλην ὑπειπὼν τῆς Ὑγιείας τοὔνομα. κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου, τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ, τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ. ὡς τανερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ' ἔχει. οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ' οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. Athenaeus 13, 559 a Φιλέταιρος Κορινθιαστῇ κτλ. Hesychius ἑταίρας ἱερόν · τῆς Ἀφροδίτης. cf. Athen. 13, 571 c. 1. βλέμμα A. 2. οὐκ ἐτός, ut Aristoph. fr. 10. -cf. fr. 8. παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθ’ ὅτι ἥδιστόν ἐστιν ἀποθανεῖν βινοῦνθ’ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον; τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν, πλὴν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν, ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν τοῦτ’ αὐτό, τἀνθρώπει’ ὁρῶντα πράγματα, εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ ὅλον ἔνδον ἀργύριον.