Ancient Greek
8
Philetaerus Comic., Fragmenta 8
Unproofread scanNot analysed yet
οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. οὐχὶ Κερκώπη μὲν ἤδη γέγον’ ἔτη τρισχίλια, ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία; Θεολύτην δ’ οὐδ’ οἶδεν οὐδείς, ὅτε τὸ πρῶτον ἐγένετο. οὐχὶ Λαἲς μὲν τελευτᾶσ’ ἀπέθανεν βινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα; Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω· περὶ δὲ Ναΐδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.