Ancient Greek · ~7 min
26 to 45
PHILISTUS, Fragmenta 26-45
Not analysed yet
Ἰέται, φρούριον Σικελίας, θηλυκῶς. Φίλιστος ἕκτῃ. Τὸ ἐθνικὸν, Ἰεταῖος, καὶ Ἰεταία. Νακόνη, ὡς Ἀλκόνη, πόλις Σικελίας. Τὸ ἐθνικὸν Νακοναῖος. Φιλιστος ἕκτῳ Σικελικῶν. Τὰ δὲ στρώματα, ἐπιβλήματα, περιδόλαια, ἐφεστρίδες, Χλαῖναι, τάπιδες, ξυστίδες· τάχα δὲ καὶ περιστρώματα. Εἴρηται γὰρ παρά τε Φιλίστου ἐν τῇ ἔκτῃ, καὶ ἐν τῇ Σιμύλου Μεγαρικῇ. Ταρχία, πόλις Σικελική. Φίλιστος ἑβδόμῳ Σικελικῶν. Ἐλβέστιοι, ἔθνος Λιβύης. Φίλιστος ηʹ· «Περὶ δὲ τοὺς Λίβυας ἐκτ *(ἐκτὸς Berk.) Εὐρώπης Ἐλβέστιοι καὶ Μαστιηνοί.» Ἀρβέλη, πόλις Σικελίας. Τὸ ἐθνικὸν Ἀρβελαῖος. Φίλιστος Σικελικῶν ὀγδόῃ. Ταύακα, πόλις Σικελίας. Φίλιστος ὀγδόῳ. Μίμαλκες, ἔθνος Λιβυκόν. Φίλιστος Σικελικῶν ὀγδόῳ. Ἐρεβίδαι, μέρος Λωτοφάγων. Φίλιστος ὀγδόῳ. Ἔχομεν καὶ παρὰ Φιλίστῳ ἐν μὲν τῇ ὀγδόῃ τὰ περὶ τὴν παρασκευὴν τὴν ἐπὶ Καρχηδονίους Διονυσίου τοῦ τυράννου, καὶ τῶν ὅπλων καὶ τῶν νεῶν, καὶ τῶν ὀργάνων τὴν ποίησιν. Τίσσαι, χωρίον Σικελίας. Φίλιστος ἐννάτῳ. Ἄργυρος, πόλις. Φίλιστος ἐννάτῃ. Κύπη, Σικελίας φρούριον. Φίλιστος Σικελικῶν ἐννάτῳ. Λογγώνη, Σικελίας πόλις. Ὁ πολίτης Λογγωναῖος. Φίλιστος δεκάτῳ. Τύραητα, πόλις Σαυνιτῶν. Φίλιστος ἑνδεκάτῳ. Μυστία, πόλις Σαυνιτῶν. Φίλιστος ἑνδεκάτῳ. Οἱ οἰκήτορες Μυστιανοί, ὡς τῆς Ὠστίας Ὠστιανοί. Νουκρία, πόλις Τυρσηνίας. Φίλιστος ιαʹ καὶ ιεʹ. Ἔχομεν. . . καὶ παρὰ Φιλίστῳ. . . . . ἐν . . . τῇ ιαʹ τὰ περὶ τὴν ἐκφορὰν (Dionysii) καὶ τῆς πυρᾶς τὴν ποικιλίαν. Ἐκείνων δὲ τῶν ταφῶν (pompae funebris Pelopidae) οὐ δοκοῦσιν ἕτεραι λαμπρότεραι γενέσθαι, τοῖς τὸ λαμπρὸν οὐκ ἐν ἐλέφαντι καὶ χρυσῷ καὶ πορφύραις εἶναι νομίζουσιν, ὥσπερ Φίλιστος ὁμνῶν καὶ θαυμάζων τὴν Διονυσίου ταφὴν, οἷον τραγῳδίας μεγάλης, τῆς τυραννίδος ἐδόδιον θεατρικὸν γενομένην. Κραστὸς, πόλις Σικελίας τῶν Σικανῶν. Φίλιστος Σικελικῶν τρισκαιδεκάτῳ. Ἐκ ταύτης ἦν Ἐπίχαρμος ὁ κωμικὸς καὶ Λαὶς ἡ ἑταίρα, ὡς Νεάνθης ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν. Ἔχει δὲ ἡ πόλις εὐπρεπεστάτας γυναῖκας, ὡς Φιλήμων. Ἀπίων δὲ, ὅτι μόνος Πολέμων ἔφη τῆν Λαίδα Κορινθίαν. Δεινομένης. . . . . Ἱέρωνος υἱὸς ἐκ τῆς Νικοκλέους τοῦ Συρακουσίου θυγατρὸς, κατὰ Φίλιστον καὶ Τίμαιον.