Ancient Greek · ~7 min
9 to 25
PHILISTUS, Fragmenta 9-25
Not analysed yet
Ἰαιθία, Πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Ἰαιθῖνος. Καίκινον, χωρίον Ἰταλικόν. Φίλιστος δευτέρῳ Σικελικῶν. Μόργυνα, πόλις Σικελῶν. Φίλιστος δευτέρῳ. Ἐλαυία, φρούριον Σικελίας. Φίλιστος βʹ. Ἐρβησσὸς, Σικελίας πόλις. Τὸ ἐθνικὸν Ἐρβησσινός. Φίλιστος Σικελικῶν βʹ. Εργέτιον, πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. Ἐκαλεῖτο δὲ καὶ λαμπτὴρ ὁ λυχνοὺχος. Ἐν γοῦν τῷ δευτέρῳ τῶν Φιλίστου βιβλίων εἴρηται, «καὶ τὰς νύκτας ἐπαίπεσθαι λαμπτῆρας ἀντιπεφραγμένους·» ὑποδηλοῖ δὲ τὸν ἐκ κέρατος φανόν. Πρῶτον μὲν ἁπάντων χρὴ τὸν διδάσκαλον ἑκάστου γυμνάσματος εὒ ἔχοντα accedere, ο(??)ον χρείας μὲν, ὁποία ἐστὶν ἡ παρὰ Πλάτωνι ἐν τῷ πρώτῳ Πολιτείας. . . μύθου δὲ, ὁποῖός ἐστι παρὰ Ἡροδότῳ τοῦ αὐλητοῦ, καὶ παρὰ Φιλίστῳ τοῦ ἵππου· ἐν ἑκατέρῳ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ. Φίλιστος δὲ ἐν τῇ τρίτῃ φησὶν, ὅτι Γέλων Καμαρίναν κατέστρεψεν· Ἱπποκράτης δὲ, πολεμῶν Συρακουσίοις καὶ πολλοὺς αἰχμαλώτους λαβὼν, ὑπὲρ τοῦ ἀποδοῦναι τούτους ἔλαβε τὴν Καμαρίαν καὶ συνῴκισεν αὐτήν. Λίχινδος, πόλις Σικελική. Φίλιστος Σικελικῶν τρίτῳ. Ξουθία, πολίς Σικελίας. Φιλιστος τρίτῳ Σικελικῶν. Θερμὰ, χωρίον Σικελίας. Φίλιστος τρίτῳ. Ὁμφάκη, πόλις Σικελίας. Φίλιστος Σικελικῶν τετάρτῳ. Ὕβλαι, τρεῖς πόλεις Σικελίας. Ἡ μείζων, ἧς οἱ πολῖται Ὑβλαῖοι. Ἡ μικρὰ, ἧς οἱ πολῖται Γαλεῶται, Μεγαρεῖς. Ἡ δὲ ἐλάττων, Ἥρα καλεῖται. Ἔστι καῖ πόλις Ἰταλίας. Τὴν δὲ Ὕβλαν, ἀπὸ Ὕβλου τοῦ βασιλέως. Λιὰ τοῦτο πολλὰς Ὕβλας καλεῖσθαι, τῶν Σικελῶν πόλεων. Τοὺς ἐνοικοῦντας Μεγαρέας ἑκάλουν. Μία δὲ τῶν Ὑβλῶν Τίελλα καλεῖται, ὡς Φίλιστος τετάρτῳ Σικελικῶν. Αἰθάλη, νῆσος Τυρσηνῶν. Ἑχαταῖος Εὐρώπῃ. Ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν, τὸν ἐν αἰθάλῃ τὸν ἐργασίαν ἔχοντα. Φίλιστος δὲ ἐν εʹ Σικελικῶν Αἰθαλίαν αὐτὴν καλεῖ, καὶ Ἠρωδιανὸς καὶ Ὦρος. Μοτύη, πόλις Σικελίας, ἀπὸ Μοτύης γυναικὸς, μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαωτας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάττιον. Τὸ ἐθνικὸν Μοτυαῖος. Μοτύλαι, Σικελίας φρούριον, περὶ τὴν Μοτύην. Φίλιστος Σικελικῶν πέμπτῳ. Τὸ ἐθνικὸν Μοτυλαῖος. Δάσκων, Σικελίας χωρίον. Φίλιστος ἕκτῃ Σικελικῶν· «Τὸ Πλημμύριον καὶ τὸν Δάσκωνα.»