Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_PHILISTUS
PHILISTUS, Fragmenta 3
Not analysed yet
Περὶ δὲ τῶν κατοικησάντων ἐν αὐτῇ (Sicilia) Πρώτων Σικανῶν, ἐπειδή τινες τῶν συγγραφέων διαφωνοῦσιν, ἀναγκαῖόν ἐστι συντόμως εἰπεῖν. Φίλιστος μὲν γὰρ φησὶν, ἐξ Ἰβηρίας αὐτοὺς· ἀποικισθέντας κατοικῆσαι τὴν νῆσον, ἀπό τινος Σικανοῦ ποταμοῦ κατ ̓ Ἰβηρίαν ὄντος τετευχότας ταύτης τῆς προσηγορίας. Τίμαιος δὲ τὴν ἄγνοιαν τούτου τοῦ συγγραφέως ἐλέγξας ἀκριβῶς ἀποφαίνεται τούτους αὐτόχθονας εἶναι. Πολλὰς δὲ αὐτοῦ φέροντος ἀποδείξεις τῆς τούτων ἀρχαιότητος, οὐκ ἀναγκαῖον ἡγού μεθα περὶ τούτων διεξιέναι.