Ancient Greek · ~1 min
4 to 5
PHILISTUS, Fragmenta 4-5
Not analysed yet
Μακτώριον, πόλις Σικελίας· Φίλιστος πρώτῳ, ἣν ἔκτισε μόνην. Τὸ ἐθνικὸν, Μακτωρῖνος. Ὕκκαρον, πόλις Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλόδωρος δ ̓ ἐν δευτέρῳ Χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκκαρα. Μέμνηται τῆς λέξεως καὶ Θουκυδίδης. Ὕκκαρα δὲ πόλισμά ἐστι τῆς Σικελίας, ἔνθεν φασὶ γενέσθαι καὶ Λαίδα τὴν ἑταίραν, etc.