Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_PHILISTUS
PHILISTUS, Fragmenta 51
Not analysed yet
Ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοαίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις, τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, ἐν διαφόροις τοῖς χρόνοις χαταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι. Σόλωνος δὲ ποιήσαντος· Τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὁλβος ἕπηται, ἄντικρυς ὁ Θίογνις γράφει· Τίκτει τοι κόρος ὕβριν, ὅταω κακῷ ὄλβος ἕπηται. Ὅθεν καὶ ὁ Θουκυδίδης (ΙΙΙ, 39) ἐν ταῖς ἱστορίαις· «Εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων, φησὶν, οἷς ἂν μάλιστα καὶ δι ̓ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι.» Καὶ Φίλιστος ὁμοίως τὰ αὐτὰ μιμεῖται, ὧδε λέγων· «Τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα [παρὰ δόξαν] καὶ κακοπραγίαν· εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἄπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.»