Ancient Greek
52 to 64
PHILISTUS, Fragmenta 52-64
Not analysed yet
Ἀμβρακία, πόλις Θεσπρωτίας, ἀπὸ Ἅμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος, ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου Θυγατρὸς, περὶ ἧς Φιλέας. Τὸ ἐθνικὸν Ἀμβρακιεὸς, καὶ Ἀμβρακιώτης. Φίλιστος δὲ Ἀμβρακῖνός φησι Σικελικῷ τύπῳ. Ἀρτεμίσιον, πόλις Οἰνώτρων ἐν μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Ὁ Πολίτης Ἀρτεμισιάτης. Φίλιστος δὲ Ἀρτεμίτιον αὐτῆν καλεῖ, ἴσως Δωρικῶν. Ἔστι καὶ πόλις Εὐβοίας. Νώνυμνα, πόλις Σικελίας. Ὁ πολίτης Νωνυμναῖος, ὡς Φίλιστος. Τρίκαλον, καὶ Τρίκαλα οὐδετέρως, πόλις Σικελίας. Φίλιστος. Βουβάρτις, νεὼς ὄνομα, παρὰ Φιλίστῳ. Ἀδδηφάγον πεντηκόντορον] Φίλιστος. Ἀδδηφάγους τριήρεις Λυσίας λέγει ἐν τῇ ὑπὲρ Εὐκρίτου διαμαρτυρίᾳ, εἰ γνήσιος ὁ λόγος. Καὶ ἀδδηφάγον πεντηκόντορον Φίλιστος. Ἀποθήκην, ἀντὶ τοῦ ἀποστροφήν. Φίλιστος. Καὶ διὰ χειρὸς ἔχειν τῆν πόλιν, καὶ αὐτοχειρία, αὐτοχειρὶ, αὐτόχειρ ἐργάτης. Τὸ γὰρ παρὰ Φιλίστῳ αὐτοχειρίσαντες παμμίαρον. Μεσηρεύειν, τὸ μηδετέροις συμμαχεῖν. Φίλιστος. Ἀπὸ φωνῆς φώνημα, μεγαλόφωνος, εὔφωνος, ἄφωνος, ἔμφωνος. Φίλιστος καὶ δίφωνον λέγει. Βαλανείῳ δ ̓ ἂν καὶ ἡ πυρία ἕποιτο. Εἴρηκε δ ̓ Ἡρόδοτος (IV, 75)· πυρία Ἑλληνική. Φίλιστος δὲ λουτρὰ καὶ πυριάματα. Ἄδρυξ Ἄδρυκος, πόλις Συρακουσίων, ἀρσενικῶς λεγομένη. «Ἔφυγον εἰς τὸν Ἄδρυκα,» Φίλιππος (sic) ὁ ἱστορικός φησιν.