Ancient Greek
Section 26
Philo Judaeus, De aeternitate mundi 26
Not analysed yet
πρῶτον μέν, ἵνα ὅλον ὅτι μάλιστα ζῷον, τέλειον ἐκ τελείων μερῶν, εἴη· πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτ’ ἄν· ἔτι δέ, ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν ὡς συστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάνθ’ ὅσα δυνάμεις ἰσχυρὰς ἔχει περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λυπεῖ καὶ νόσους καὶ γῆρας ἐπάγοντα φθίνειν ποιεῖ. διὰ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε θεὸς ὅλον ἐξ ὅλων ἁπάντων τέλειον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸν ἐτεκτήνατο. “