Ancient Greek
Section 27
Philo Judaeus, De aeternitate mundi 27
Not analysed yet
τοῦτο μὲν δὴ παρὰ Πλάτωνος πρὸς τὴν ἀφθαρσίαν τοῦ κόσμου μαρτύριον εἰλήφθω, τὸ δ’ ἀγένητον παρὰ τῆς φυσικῆς ἀκολουθίας· ἕπεται μὲν γὰρ τῷ γενομένῳ διάλυσις, ἀφθαρσία δὲ τῷ ἀγενήτῳ· ἐπεὶ καὶ ὁ τὸ τρίμετρον ἐκεῖνο ποιήσας „τό τοι γενόμενον κατθανεῖν ὀφείλεται" δοκεῖ μὴ ἀπὸ σκοποῦ, συνεὶς ἀκολουθίαν τῶν αἰτιῶν τῆς γενέσεως καὶ τῆς φθορᾶς, ***ὧδ’ ἔχει.