Ancient Greek
Section 15
Philo Judaeus, De Cherubim 15
Not analysed yet
τὸ δὲ τῷ κάμνοντι μὴ ἀληθεῦσαι τὸν ἰατρὸν κενοῦν ἢ τέμνειν ἢ καίειν διεγνωκότα ἐπ’ ὠφελείᾳ τοῦ νοσοῦντος, ἵνα μὴ προλαβὼν τὰ δεινὰ φύγῃ τὴν θεραπείαν ἢ ἐξασθενήσας ἀπείπῃ πρὸς αὐτήν, ἢ πρὸς τοὺς πολεμίους τὸν σοφὸν ψεύσασθαι ἐπὶ τῇ τῆς πατρίδος σωτηρίᾳ, δείσαντα μὴ ἐκ τοῦ ἀληθεῦσαι ῥωσθῇ τὰ τῶν ἀντιπάλων, οὐ καθῆκον ἔργον δεόντως ἐνεργεῖται. παρὸ καί φησι Μωυσῆς „δικαίως τὸ δίκαιον διώκειν“ (Deut. 16, 20), ὡς ἐνὸν καὶ ἀδίκως, ὅταν μὴ ἀπὸ γνώμης ὑγιοῦς ὁ δικάζων προσέχῃ.