Ancient Greek
Section 16
Philo Judaeus, De Cherubim 16
Not analysed yet
ἐπειδὴ τοίνυν τὸ μὲν λεγόμενον ἢ πραττόμενον φανερῶς γνώριμον πᾶσιν, ἡ δὲ διάνοια οὐ γνώριμος, ἀφ’ ἧς καὶ τὰ λεγόμενα λέγεται καὶ τὰ πραττόμενα πράττεται, ἀλλ’ ἄδηλον εἴτε ὑγιαίνει καὶ καθαρεύει εἴτε νοσεῖ μιάσμασι κεχρωσμένη πολλοῖς, γενητὸς δὲ οὐδεὶς ἱκανὸς γνώμης ἀφανοῦς κατιδεῖν ἐνθύμημα, μόνος δὲ ὁ θεός, παρὸ καὶ λέγει Μωυσῆς ὅτι „τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ, τὰ δὲ φανερὰ γενέσει γνώριμα“