Ancient Greek
Section 3
Philo Judaeus, De Cherubim 3
Not analysed yet
ἐπεὶ καὶ τὴν μέσην παιδείαν τὴν ἐν τοῖς ἐγκυκλίοις χορεύουσαν ὁρῶμεν Ἄγαρ δὶς μὲν ἐξιοῦσαν ἀπὸ τῆς ἀρχούσης ἀρετῆς Σάρρας, ἅπαξ δὲ τὴν προτέραν ὁδὸν ὑποστρέφουσαν, ἣ τότε μὲν ἀποδρᾶσα, οὐ φυγαδευθεῖσα, κατάγεται ὑπαντήσαντος ἀγγέλου, ὅς ἐστι θεῖος λόγος, εἰς τὸν δεσποτικὸν οἶκον (Gen. 16, 6 ss.) ,αὖθις δὲ κατὰ τὸ παντελὲς ἀνεπάνακτος ἐκβάλλεται (Gen. 21, 14).