Ancient Greek
Section 4
Philo Judaeus, De Cherubim 4
Not analysed yet
τὰς δὲ αἰτίας καὶ τοῦ προτέρου δρασμοῦ καὶ τῆς αὖθις ἀιδίου φυγῆς λεκτέον. μέχρι μὲν οὔπω μετωνομάσθησαν, ὅπερ ἦν μετεχαράχθησαν τοὺς ψυχῆς πρὸς τὸ ἄμεινον βελτιούμενοι χαρακτῆρας, ἀλλ’ ἔτι ἦν ὁ μὲν Ἀβρὰμ πατὴρ μετέωρος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν ὑπαρχόντων φιλοσοφίαν μετιών, ἣν φυσιολογίας τὸ κράτιστον εἶδος ἀποτέτμηται μαθηματική, Σάρα δὲ σύμβολον ἀρχῆς ἐμῆς —καλεῖται γὰρ ἀρχή μου —