Ancient Greek
Section 5
Philo Judaeus, De Cherubim 5
Not analysed yet
γενικὴ μὲν οὐκ ἔφθη μεταβαλοῦσα ἀρετὴ γενέσθαι —γένος γὰρ πᾶν ἄφθαρτον —,ταῖς δὲ ἐν μέρει καὶ κατ’ εἶδος ἐξητάζετο, ἡ δὲ αὐτὴ φρόνησίς τ’ ἦν ἐν ἐμοὶ καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη τὸν αὐτὸν τρόπον, φθαρταὶ δὲ αὗται, ὅτι καὶ τὸ δεξάμενον αὐτὰς χωρίον ἐγὼ φθαρτός, Ἄγαρ ἡ μέση καὶ ἐγκύκλιος παιδεία,