Ancient Greek
Section 62
Philo Judaeus, De Cherubim 62
Not analysed yet
ὁ δ’ ὥσπερ ἐκ νυκτὸς ἡλιακῷ φέγγει καταυγασθεὶς ἀπαστράπτοντι ἢ ἐκ βαθέος ὕπνου περιαναστὰς ἢ οἷα τυφλὸς ἐξαίφνης ἀναβλέψας ἐνετύγχανε πᾶσιν ἀθρόως ὧν γένεσίς ἐστιν, οὐρανῷ, γῇ, ὕδατι, ἀέρι, φυτοῖς, ζῴοις, σχέσεσιν αὐτῶν, ποιότησι, δυνάμεσιν, ἕξεσι, διαθέσεσι, κινήσεσιν, ἐνεργείαις, πράξεσι, μεταβολαῖς, φθοραῖς, καὶ τὰ μὲν ἑώρα, τῶν δὲ ἤκουε, τῶν δὲ ἐγεύετο, τῶν δὲ ὠσφραίνετο, τῶν δὲ ἥπτετο· καὶ πρὸς ἃ μὲν ἐπικλινῶς εἶχεν, ἡδονὰς ἐργαζόμενα, τῶν δὲ ἀπεστρέφετο, ἐμποιούντων ἀλγηδόνας.