Ancient Greek
Section 63
Philo Judaeus, De Cherubim 63
Not analysed yet
περιβλεψάμενος οὖν ὧδε κἀκεῖσε καὶ περιαθρήσας ἑαυτόν τε καὶ τὰς δυνάμεις ἐτόλμησε ταὐτὸν αὔχημα αὐχῆσαι τῷ βασιλεῖ Μακεδόνων Ἀλεξάνδρῳ· καὶ γὰρ ἐκεῖνόν φασιν, ἡνίκα Εὐρώπης καὶ Ἀσίας ἔδοξεν ἀνάψασθαι τὸ κράτος, ἐν ἐπικαίρῳ χώρῳ στάντα καὶ πάντα περιαθρήσαντα εἰπεῖν, ὅτι „καὶ τὰ τῇδε καὶ τὰ τῇδε ἐμά“, μειρακιώδους καὶ νηπίας καὶ ἰδιωτικῆς τῷ ὄντι ψυχῆς, οὐ βασιλικῆς, ἐπιδειξάμενον κουφότητα.