Ancient Greek
Section 78
Philo Judaeus, De Cherubim 78
Not analysed yet
ὃ προλαβὼν μέν τις ὡς οἰκεῖον καὶ ἀναγκαῖόν ἐστι, ῥᾳδίως οἴσει τὰ προσπίπτοντα, κἂν ᾖ βαρύτατα, νομίσας δὲ ἀλλότριον ἀνηνύτῳ πιεζόμενος ἄχθει Σισύφειον τιμωρίαν ἀναδέξεται, μηδ’ ὅσον ἀνακῦψαι δυνάμενος, ἀλλὰ πᾶσι τοῖς ἐπιτρέχουσι καὶ τραχηλίζουσι δεινοῖς ὑποβεβλημένος καὶ προστιθεὶς ἑκάστῳ τὸ ὑπεῖκον καὶ εὐένδοτον, ἀγεννοῦς καὶ ἀνάνδρου ψυχῆς πάθη· τλῆναι γὰρ ἔδει καὶ ἀντιτάξασθαι καὶ ἀντερείσασθαι γνώμην ὀχυρωσάμενον καὶ ἀναφραξάμενον τῇ ἑαυτοῦ καρτερίᾳ καὶ ὑπομονῇ, δυνατωτάταις ἀρεταῖς.