Ancient Greek
Section 79
Philo Judaeus, De Cherubim 79
Not analysed yet
ὥσπερ γὰρ τὸ κείρεσθαι διττόν, τὸ μὲν ὡς ἀντιπεπονθὸς κατὰ ἀντέρεισιν, τὸ δὲ ὡς ὑπεῖκον καθ’ ὑπόπτωσιν —πρόβατον μὲν γὰρ ἢ δέρμα ἢ τὸ λεγόμενον κῴδιον οὐδὲν ἐνεργοῦν ἐξ αὑτοῦ πάσχον δὲ μόνον ὑφ’ ἑτέρου κείρεται, ὁ δ’ ἄνθρωπος συνδρῶν καὶ σχηματίζων καὶ ἐπιτήδειον παρέχων ἑαυτόν, ἀνακιρνὰς τῷ πάσχειν τὸ ποιεῖν —,οὕτως καὶ τὸ τύπτεσθαι·