Ancient Greek
Section 80
Philo Judaeus, De Cherubim 80
Not analysed yet
τὸ μὲν ὃ συμβέβηκε πληγῶν ἄξια ἠδικηκότι οἰκέτῃ ἢ ἐλευθέρῳ διὰ ῥᾳδιουργίαν ἐπὶ τροχοῦ κατατεινομένῳ ἤ τινι τῶν ἀψύχων —τύπτονται γὰρ λίθοι καὶ ξύλα καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσαι ἐν χαλκοτυπείῳ ἐλαυνόμεναι ὗλαι ἢ διαιρούμεναι —,τὸ δὲ ὃ συμβέβηκεν ἀθλητῇ πυγμὴν ἢ παγκράτιον περὶ νίκης καὶ στεφάνων ἀγωνιζομένῳ·