Ancient Greek · ~2 min
Section 107
Philo Judaeus, De congressu eruditionis gratia 107
Not analysed yet
τοῦτ’ ἐστὶν ἱλασμός —καὶ γὰρ οὗτος δεκάτῃ τοῦ μηνὸς βεβαιοῦται (Lev. 23,27), τὸν δέκατον ἱκετευούσης θεὸν ψυχῆς καὶ τὴν ταπεινότητα καὶ οὐδένειαν τοῦ γενητοῦ περίνοιαν λογισμοῦ πεποιθυίας καὶ τὰς ἐν ἅπασι τοῖς καλοῖς ὑπερβολὰς καὶ ἀκρότητας τοῦ ἀγενήτου δεδιδαγμένης. ἵλεως οὖν καὶ ἄνευ ἱκετείας ἵλεως εὐθὺς γίνεται τοῖς ἑαυτοὺς κακοῦσι καὶ συστέλλουσι καὶ μὴ καυχήσει καὶ οἰήσει φυσωμένοις —,τοῦτ’ ἐστὶν ἄφεσις (Lev. 25,9 sqq.) ,