Ancient Greek
Section 108
Philo Judaeus, De congressu eruditionis gratia 108
Not analysed yet
τοῦτ’ ἐλευθερία παντελὴς ψυχῆς ὃν ἐπλανήθη τε πλάνον ἀποσειομένης καὶ πρὸς τὴν ἀπλανῆ φύσιν μεθορμιζομένης καὶ ἐπὶ τοὺς κλήρους ἐπανιούσης, οὓς ἔλαχεν, ἡνίκα λαμπρὸν |ἔπνει καὶ τοὺς περὶ τῶν καλῶν πόνους ἤθλει. τότε γὰρ αὐτὴν τῶν ἄθλων ἀγάμενος ὁ ἱερὸς λόγος ἐτίμησε, γέρας ἐξαίρετον δούς, κλῆρον ἀθάνατον, τὴν ἐν ἀφθάρτῳ γένει τάξιν.