Ancient Greek · ~1 min
Section 112
Philo Judaeus, De congressu eruditionis gratia 112
Not analysed yet
„λαμβάνει δὲ καὶ τῶν ἀγαθῶν ἐκείνου„ (Gen. 24,10) δῆλον ὡς οὐκ ἄργυρον οὐδὲ χρυσὸν ἤ τινα ἄλλα τῶν ἐν ὕλαις φθαρταῖς —τὴν γὰρ ἀγαθοῦ πρόσρησιν οὐδέποτε τούτοις ἐπεφήμισε Μωυσῆς —,ἀλλὰ τὰ γνήσια, ἃ δὴ ψυχῆς ἐστι μόνα, ἐφοδιάζεται καὶ ἐμπορεύεται, διδασκαλίαν, προκοπήν, σπουδήν, πόθον, ζῆλον, ἐνθουσιασμούς, προφητείας, τοῦ κατορθοῦν ἔρωτα·