Ancient Greek · ~2 min
Section 113
Philo Judaeus, De congressu eruditionis gratia 113
Not analysed yet
οἷς ἐμμελετῶν καὶ ἐνασκούμενος, ὅταν ὥσπερ ἐκ πελάγους ἐνορμίζεσθαι λιμένι μέλλῃ, λήψεται δύο μὲν ἐνώτια, ἀνὰ δραχμὴν ὁλκήν, ψέλια δὲ δέκα χρυσῶν ἐπὶ τὰς χεῖρας τῆς προξενουμένης (Gen. 24,22). ὢ θεοπρεποῦς κόσμου, δραχμὴν μίαν εἶναι τὸ ἄκουσμα καὶ μονάδα ἀρραγῆ καὶ ὁλκὸν φύσει —ἀκοὴν γὰρ οὐδενὶ σχολάζειν ἐμπρεπές, ὅτι μὴ λόγῳ ἑνί, ὃς ἂν τὰς τοῦ ἑνὸς ἀρετὰς καὶ μόνου θεοῦ καλῶς διεξέρχηται —,δέκα δὲ χρυσῶν τὰ ἐγχειρήματα· πράξεις γὰρ αἱ κατὰ σοφίαν τελείοις ἀριθμοῖς βεβαιοῦνται, καὶ ἔστιν ἑκάστη τιμιωτέρα χρυσοῦ.