Ancient Greek · ~2 min
Section 142
Philo Judaeus, De congressu eruditionis gratia 142
Not analysed yet
μουσικὴν μὲν οὖν καὶ γραμματικὴν καὶ τὰς συγγενεῖς καλοῦμεν τέχνας —καὶ γὰρ οἱ ἀποτελούμενοι δι’ αὐτῶν τεχνῖται λέγονται μουσικοί τε καὶ γραμματικοί —,φιλοσοφίαν δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἐπιστήμας καὶ τοὺς ἔχοντας αὐτὰς ἐπιστήμονας· φρόνιμοι γάρ εἰσι καὶ σώφρονες καὶ φιλόσοφοι, ὧν οὐδὲ εἷς ἐν τοῖς τῆς διαπεπονημένης ἐπιστήμης σφάλλεται δόγμασι, καθάπερ οἱ προειρημένοι ἐν τοῖς τῶν μέσων τεχνῶν θεωρήμασιν.