Ancient Greek · ~3 min
Section 143
Philo Judaeus, De congressu eruditionis gratia 143
Not analysed yet
ὥσπερ γὰρ ὀφθαλμοὶ μὲν ὁρῶσιν, ὁ δὲ νοῦς δι’ ὀφθαλμῶν τηλαυγέστερον, καὶ ἀκούει μὲν ὦτα, ὁ δὲ νοῦς δι’ ὤτων ἄμεινον, καὶ ὀσφραίνονται μὲν οἱ μυκτῆρες, ἡ δὲ ψυχὴ διὰ ῥινῶν ἐναργέστερον, καὶ αἱ ἄλλαι αἰσθήσεις τῶν καθ’ αὑτὰς ἀντιλαμβάνονται, καθαρώτερον δὲ καὶ εἱλικρινέστερον ἡ διάνοια —κυρίως γὰρ εἰπεῖν ἥδ’ ἐστὶν ὀφθαλμὸς μὲν ὀφθαλμῶν, ἀκοὴ δὲ ἀκοῆς καὶ ἑκάστης τῶν αἰσθήσεων αἴσθησις εἱλικρινεστέρα, χρωμένη μὲν ἐκείναις ὡς ἐν δικαστηρίῳ ὑπηρέτισι, δικάζουσα δ’ αὐτὴ τὰς φύσεις τῶν ὑποκειμένων, ὡς τοῖς μὲν συναινεῖν, τὰ δὲ ἀποστρέφεσθαι —,οὕτως αἱ μὲν λεγόμεναι μέσαι τέχναι ταῖς κατὰ τὸ σῶμα δυνάμεσιν ἐοικυῖαι τοῖς θεωρήμασιν ἐντυγχάνουσι κατά τινας ἁπλᾶς ἐπιβολάς, ἀκριβέστερον δὲ ἐπιστῆμαι καὶ σὺν ἐξετάσει περιττῇ.