Ancient Greek
Section 144
Philo Judaeus, De congressu eruditionis gratia 144
Not analysed yet
ὃ γὰρ νοῦς πρὸς αἴσθησιν, τοῦτ’ ἐπιστήμη πρὸς τέχνην ἐστί· καθάπερ γὰρ αἴσθησίς τις αἰσθήσεων, ὡς ἐλέχθη πρότερον, ἐστὶν ἡ ψυχή ***ἐκείνων μὲν οὖν ἑκάστη μικρὰ ἄττα τῶν ἐν τῇ φύσει παρεσπάσατο, περὶ ἃ πονεῖται καὶ πραγματεύεται, γραμμὰς μὲν γεωμετρία, φθόγγους δὲ μουσική, φιλοσοφία δὲ πᾶσαν τὴν τῶν ὄντων φύσιν· ὕλη γάρ ἐστιν αὐτῆς ὅδε ὁ κόσμος καὶ πᾶσα ἡ τῶν ὄντων ὁρατή τε καὶ ἀόρατος οὐσία.