Ancient Greek · ~2 min
Section 154
Philo Judaeus, De congressu eruditionis gratia 154
Not analysed yet
καὶ γὰρ ὁ παιδίσκην εἰπὼν ἀμφότερα ὁμολογεῖ, τό τε δούλην καὶ τὸ νηπίαν εἶναι —τὸ γὰρ τῆς παιδίσκης ὄνομα ἑκατέρῳ τούτων ἐφαρμόζει —,συνομολογεῖ δὲ πάντως εὐθὺς καὶ τἀναντία, τῇ μὲν νηπίᾳ τὴν τελείαν, τῇ δὲ δούλῃ τὴν κυρίαν, μονονοὺ βοῶν ἄντικρυς, ὅτι τὴν μὲν ἐγκύκλιον παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς θεραπαινίδα ἀσπάζομαι, τὴν δὲ ἐπιστήμην καὶ φρόνησιν ὡς τελείαν καὶ δέσποιναν ἐκτετίμηκα.