Ancient Greek · ~1 min
Section 155
Philo Judaeus, De congressu eruditionis gratia 155
Not analysed yet
τὸ δὲ "ἐν ταῖς χερσί σου“ δηλοῖ μὲν τὸ ὑποχείριός ἐστί σοι. σημαίνει δὲ καὶ τοιοῦτον ἕτερον· τὰ μὲν τῆς δούλης εἰς χεῖρας ἀφικνεῖται σώματος —σωματικῶν γὰρ ὀργάνων καὶ δυνάμεων τὰ ἐγκύκλια χρεῖα —,τὰ δὲ τῆς κυρίας εἰς ψυχὴν ἔρχεται· λογισμοῖς γὰρ τὰ κατά τε φρόνησιν καὶ ἐπιστήμην ἀνατίθεται.