Ancient Greek
Section 156
Philo Judaeus, De congressu eruditionis gratia 156
Not analysed yet
ὥσθ’ ὅσῳ δυνατώτερον καὶ δραστικώτερον καὶ τοῖς ὅλοις κρεῖττον διάνοια χειρός ἐστι, τοσούτῳ τῆς ἐγκυκλίου μουσικῆς ἐπιστήμην καὶ φρόνησιν θαυμασιωτέραν εἶναι νενόμικα καὶ διαφερόντως ἐκτετίμηκα. λαβοῦσα οὖν, ὦ καὶ ὑπάρχουσα καὶ πρὸς ἐμοῦ νομιζομένη κυρία, τὴν ἐμὴν ἅπασαν παιδείαν ὡς θεραπαινίδι χρῶ, „ὡς εὐάρεστόν σοι. “