Ancient Greek · ~1 min
Section 30
Philo Judaeus, De congressu eruditionis gratia 30
Not analysed yet
ὀνόματα δὲ ἡμῖν τῶν δυεῖν θεραπαινίδων ἀνέγραψε, Ζέλφαν τε καὶ Βάλλαν (Gen. 30,3. 9). ἡ μὲν οὖν Ζέλφα μεταληφθεῖσα πορευόμενον καλεῖται στόμα, τῆς ἑρμηνευτικῆς καὶ διεξοδικῆς σύμβολον δυνάμεως, ἡ δὲ Βάλλα κατάποσις, τὸ πρῶτον καὶ ἀναγκαιότατον θνητῶν ζῴων ἔρεισμα· καταπόσει γὰρ τὰ σώματα ἡμῶν ἐνορμεῖ, καὶ τὰ τοῦ ζῆν πείσματα ἐκ ταύτης ὡς ἀπὸ κρηπῖδος ἐξῆπται.