Ancient Greek · ~2 min
Section 31
Philo Judaeus, De congressu eruditionis gratia 31
Not analysed yet
πάσαις οὖν ταῖς εἰρημέναις δυνάμεσιν ὁ ἀσκητὴς ἐνομιλεῖ, ταῖς μὲν ὡς ἐλευθέραις καὶ ἀσταῖς, ταῖς δὲ ὡς δούλαις καὶ παλλακίσιν. ἐφίεται μὲν γὰρ τῆς Λείας κινήσεως —λεία δὲ κίνησις ἐν μὲν σώματι γινομένη ὑγείαν, ἐν δὲ ψυχῇ καλοκἀγαθίαν καὶ δικαιοσύνην ἂν ἐργάσαιτο —,Ῥαχὴλ δὲ ἀγαπᾷ πρὸς τὰ πάθη παλαίων καὶ πρὸς ἐγκράτειαν ἀλειφόμενος καὶ τοῖς αἰσθητοῖς πᾶσιν ἀντιταττόμενος.